1.

[3.135] Ἔνεστι δὲ καὶ ἄλλα πλείω λέγειν. ἀλλ' ἵνα μὴ τὸν λόγον μηκύνωμεν, ἐκεῖνο ἐπακτέον, ὅτι τοὺς σκεπτικοὺς ἐντρέπουσι μὲν οἱ λόγοι, δυσωπεῖ δὲ καὶ ἡ ἐνάργεια (Cfr. § 66) (Cfr. § 81). διόπερ οὐθετέρῳ προστιθέμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις ὑπὸ τῶν δογματικῶν, ἀλλ' ἐπέχομεν περὶ τοῦ τόπου.