1.

[3.138] (§ 138 Cfr. adv. dogm. IV 216) κατ' οὐσίαν τε οἱ μὲν σῶμα αὐτὸν ἔφασαν εἶναι, ὡς οἱ περὶ τὸν Αἰνησίδημον (μηδὲν γὰρ αὐτὸν διαφέρειν τοῦ ὄντος καὶ τοῦ πρώτου σώματος), οἱ δὲ ἀσώματον. ἤτοι οὖν πᾶσαι αἱ στάσεις αὗταί εἰσιν ἀληθεῖς, ἢ πᾶσαι ψευδεῖς, ἢ τινὲς μὲν ἀληθεῖς, τινὲς δὲ ψευδεῖς˙ οὔτε δὲ πᾶσαι ἀληθεῖς ὑπάρχειν δύνανται (μάχονται γὰρ αἱ πλεῖσται) οὔτε πᾶσαι ψευδεῖς εἶναι δοθήσονται ὑπὸ τῶν δογματικῶν.