1.

[3.139] καὶ ἄλλως˙ εἰ δοθείη ψεῦδος μὲν εἶναι τὸ σῶμα εἶναι τὸν χρόνον, ψεῦδος δὲ καὶ τὸ ὅτι ἀσώματός ἐστιν, αὐτόθεν δοθήσεται ἡ τοῦ χρόνου ἀνυπαρξία˙ παρὰ γὰρ ταῦτα οὐδὲν εἶναι δύναται ἕτερον. οὔτε τίνες μέν εἰσιν ἀληθεῖς, τίνες δὲ ψευδεῖς δυνατὸν καταλαβεῖν διά τε τὴν ἰσοσθενῆ διαφωνίαν (Cfr. I 8) καὶ τὴν ἀπορίαν τὴν κατὰ 〈τὸ〉 κριτήριόν τε καὶ τὴν ἀπόδειξιν (Cfr. II 3-7) (Cfr. II 12-13).