1.

[3.140] ὥστε διὰ ταῦτα οὐδὲν ἕξομεν περὶ χρόνου διαβεβαιώσασθαι. εἶτα, ἐπεὶ οὐκ ἄνευ κινήσεως ἢ καὶ μονῆς ὁ χρόνος ὑφεστάναι δοκεῖ, τῆς κινήσεως ἀναιρουμένης, ὁμοίως δὲ καὶ τῆς μονῆς, ἀναιρεῖται ὁ χρόνος. οὐδὲν δὲ ἧττον καὶ τάδε φασί τινες κατὰ τοῦ χρόνου. εἴ ἐστί 〈τι〉 χρόνος, ἤτοι πεπέρασται ἢ ἄπειρός ἐστιν.