1.

[3.142] οὐ τοίνυν πεπέρασται ὁ χρόνος. εἰ δὲ ἄπειρός ἐστιν, ἐπεὶ τὸ μέν τι αὐτοῦ λέγεται παρῳχηκός, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλον, ὁ μέλλων καὶ ὁ παρῳχηκὼς ἤτοι εἰσὶν ἢ οὐκ εἰσίν. ἀλλ' εἰ οὐκ εἰσίν, μόνου τοῦ ἐνεστῶτος ὑπολειπομένου, ὅς ἐστιν ἀκαριαῖος, πεπερασμένος ἔσται ὁ χρόνος καὶ ἀκολουθήσουσιν αἱ ἀρχῆθεν ἀπορίαι˙ εἰ δὲ ὁ παρῳχηκὼς ἔστι καὶ ὁ μέλλων ἔστιν, ἐνεστὼς ἔσται ἑκάτερος αὐτῶν. ἄτοπον δὲ τὸ λέγειν ἐνεστῶτα τὸν παρῳχηκότα καὶ τὸν μέλλοντα χρόνον˙ οὐκοῦν οὐδὲ ἄπειρός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἄπειρος μήτε πεπερασμένος, οὐδὲ ἔστιν ὅλως χρόνος.