1.

[3.144] (§§144-145 Cfr. adv. dogm. IV 197-199) ὅ τε χρόνος λέγεται τριμερὴς εἶναι, καὶ τὸ μὲν παρῳχηκώς, τὸ δὲ ἐνεστώς, τὸ δὲ μέλλων. ὧν ὁ μὲν παρῳχηκὼς καὶ ὁ μέλλων οὐκ εἰσίν˙ εἰ γὰρ εἰσὶ νῦν ὅ τε παρῳχηκὼς καὶ ὁ μέλλων χρόνος, ἔσται ἐνεστὼς ἑκάτερος αὐτῶν. ἀλλ' οὐδὲ ὁ ἐνεστώς˙ εἰ γὰρ ἔστιν ὁ ἐνεστὼς χρόνος, ἤτοι ἀμέριστός ἐστιν ἢ μεριστός. ἀμέριστος μὲν οὖν οὔκ ἐστιν˙ ἐν γὰρ τῷ ἐνεστῶτι χρόνῳ λέγεται τὰ μεταβάλλοντα μεταβάλλειν, οὐδὲν δὲ ἐν ἀμερεῖ χρόνῳ μεταβάλλει, οἷον ὁ σίδηρος εἰς μαλακότητα ἢ τῶν ἄλλων ἕκαστον.