1.

[3.145] ὥστε οὔκ ἐστιν ἀμέριστος ὁ ἐνεστὼς χρόνος. ἀλλ' οὐδὲ μεριστός˙ εἰς ἐνεστῶτας μὲν γὰρ οὐκ ἂν μερισθείη, ἐπεὶ διὰ τὴν ὀξεῖαν ῥύσιν τῶν ἐν κόσμῳ ἀπερινοήτως ὁ ἐνεστὼς εἰς παρῳχηκότα μεταβάλλειν λέγεται˙ ἀλλ' οὐδ' εἰς παρῳχηκότα καὶ μέλλοντα˙ ἔσται γὰρ οὕτως ἀνύπαρκτος, τὸ μέν τι μηκέτι ὂν ἔχων μέρος ἑαυτοῦ, τὸ δὲ μηδέπω ὄν.