1.

[3.147](§ 147 Cfr. adv. dogm. IV 203-205) Λέγεται κατὰ τοῦ χρόνου κἀκεῖνος ὁ λόγος. εἰ ἔστι χρόνος, ἤτοι γενητός ἐστι καὶ φθαρτὸς ἢ ἀγένητος καὶ ἄφθαρτος. ἀγένητος μὲν οὖν καὶ ἄφθαρτος οὔκ ἐστιν, εἴγε αὐτοῦ τὸ μὲν παρῳχηκέναι λέγεται καὶ μηκέτι εἶναι, τὸ δὲ μέλλειν καὶ μηδέπω εἶναι.