1.

[3.148] ἀλλ' οὐδὲ γενητὸς καὶ φθαρτός. τὰ γὰρ γινόμενα ἔκ τινος ὄντος γίγνεσθαι δεῖ καὶ τὰ φθειρόμενα εἴς τι ὂν φθείρεσθαι κατὰ τὰς τῶν δογματικῶν αὐτῶν ὑποθέσεις. εἰ οὖν εἰς τὸν παρῳχημένον φθείρεται, εἰς οὐκ ὂν φθείρεται, καὶ εἰ ἐκ τοῦ μέλλοντος γίνεται, ἐξ οὐκ ὄντος γίνεται˙ οὐθέτερος γὰρ αὐτῶν ἔστιν. ἄτοπον δὲ τὸ λέγειν τι ἐξ οὐκ ὄντος γίνεσθαι ἢ εἰς τὸ μὴ ὂν φθείρεσθαι. οὐκ ἄρα γενητὸς καὶ φθαρτός ἐστιν ὁ χρόνος. εἰ δὲ μήτε ἀγένητος καὶ ἄφθαρτός ἐστι μήτε γενητὸς καὶ φθαρτός, οὐδὲ ὅλως ἔστιν.