1.

[3.149] (§§ 149-150 Cfr. adv. dogm. IV 206-211) Πρὸς τούτοις, ἐπεὶ πᾶν τὸ γινόμενον ἐν χρόνῳ γίγνεσθαι δοκεῖ, εἰ γίνεται ὁ χρόνος, ἐν χρόνῳ γίνεται. ἤτοι οὖν αὐτὸς ἐν ἑαυτῷ γίνεται ἢ ἕτερος ἐν ἑτέρῳ. ἀλλ' εἰ μὲν αὐτὸς ἐν ἑαυτῷ, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ἐπεὶ γὰρ τὸ ἐν ᾧ τι γίγνεται τοῦ ἐν αὐτῷ γιγνομένου ὀφείλει προϋπάρχειν, ὁ γιγνόμενος ἐν ἑαυτῷ χρόνος, εἰ μὲν γίνεται, οὐδέπω ἔστιν, εἰ δὲ ἐν ἑαυτῷ γίνεται, ἤδη ἔστιν (Cfr. § 133).