1.

[3.153] (§ 153 Cfr. adv. dogm. I 104) ἀλλὰ καὶ τῶν ἀσωμάτων ἕκαστον ἐπιθεωρούμενον ἔχει τὸν ἀριθμόν˙ ἢ γὰρ ἕν ἐστιν ἢ δύο ἢ πλείω. δι' ὧν συνάγεται, ὅτι τὰ στοιχεῖα τῶν ὄντων εἰσὶν οἱ ἄδηλοι καὶ ἀσώματοι καὶ πᾶσιν ἐπιθεωρούμενοι ἀριθμοί. καὶ οὐχ ἁπλῶς, ἀλλ' ἥ τε μονὰς καὶ ἡ κατὰ ἐπισύνθεσιν τῆς μονάδος γινομένη ἀόριστος δυάς, ἧς κατὰ μετουσίαν αἱ κατὰ μέρος γίγνονται δυάδες δυάδες.