1.

[3.156] (§ 156 Cfr. adv. dogm. IV 285-287) (§ 156 Cfr. adv. math. IV 11-13) ταῦτά τε οὖν ὀνειροπολοῦσιν, καὶ ὅτι ἕτερόν τι ἐστὶν ὁ ἀριθμὸς παρὰ τὰ ἀριθμητὰ κατασκευάζουσι, λέγοντες ὅτι εἰ τὸ ζῷον κατὰ τὸν ἑαυτοῦ λόγον ἐστίν, εἰ τύχοι, ἕν, τὸ φυτόν, ἐπεὶ μή ἐστι ζῷον, οὐκ ἔσται ἕν˙ ἔστι δὲ καὶ 〈τὸ〉 φυτὸν ἕν˙ οὐκ ἄρα τὸ ζῷον, 〈ὡς ζῷον〉, ἕν ἐστιν, ἀλλὰ κατά τι ἕτερον ἐπιθεωρούμενον ἔξωθεν αὐτῷ, οὗ μετέχει ἕκαστον καὶ γίνεται δι' αὐτὸ ἕν. καὶ εἰ τὰ ἀριθμητά ἐστιν ὁ ἀριθμός, ἐπειδὴ ἄνθρωποί εἰσιν οἱ ἀριθμητοὶ καὶ βόες, εἰ τύχοι, καὶ ἵπποι, ἄνθρωποι καὶ βόες καὶ ἵπποι ἔσται ὁ ἀριθμός, καὶ λευκὸς ἀριθμὸς καὶ μέλας καὶ γενειήτης, εἰ τύχοιεν τοιοῦτοι ὄντες οἱ μετρούμενοι.