1.

[3.158] (§§ 158-162 Cfr. adv. dogm. IV 293-298) ὅτι δὲ οὐδὲν ἔξωθέν ἐστι παρὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός, παραστήσομεν ἐπὶ τῆς μονάδος τὸν λόγον στήσαντες εὐσήμου διδασκαλίας ἕνεκεν. εἰ γὰρ ἔστι τι καθ' ἑαυτὴν ἡ μονάς, ἧς μετέχον ἕκαστον τῶν μετεχόντων αὐτῆς γίνεται ἕν, ἤτοι μία ἔσται αὐτὴ ἡ μονὰς ἢ τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν. ἀλλ' εἰ μὲν μία ἐστίν, πότερον ὅλης αὐτῆς μετέχει ἕκαστον τῶν μετέχειν αὐτῆς λεγομένων ἢ μέρους αὐτῆς; εἰ μὲν γὰρ πᾶσαν ἔχει τὴν μονάδα, εἰ τύχοι, ὁ εἷς ἄνθρωπος, οὐκέτι ἔσται μονὰς ἧς μεθέξει ὁ εἷς ἵππος ἢ ὁ εἷς κύων ἢ τῶν ἄλλων ἕκαστον ὃ λέγομεν εἶναι ἕν,