1.

[3.159] ὥσπερ καὶ πολλῶν ὑποτεθέντων γυμνῶν ἀνθρώπων, ἑνὸς δὲ ὄντος ἱματίου καὶ τοῦτο ἑνὸς ἀμφιασαμένου, γυμνοὶ μενοῦσιν οἱ λοιποὶ καὶ χωρὶς ἱματίου. εἰ δὲ μέρους αὐτῆς μετέχει ἕκαστον, πρῶτον μὲν ἕξει μέρος τι ἡ μονάς, καὶ ἄπειρά γε ἕξει μέρη, εἰς ἃ διαιρεῖται˙ ὅπερ ἄτοπον. εἶτα ὡς τὸ μέρος τῆς δεκάδος, οἷον ἡ δυάς, οὔκ ἐστι δεκάς, οὕτως οὐδὲ τὸ μέρος τῆς μονάδος ἔσται μονάς, διὰ δὲ τοῦτο οὐδὲ μεθέξει τι τῆς μονάδος.