1.

[3.160] ὥστε οὔκ ἐστι μία ἡ μονὰς ἧς μετέχειν λέγεται τὰ κατὰ μέρος. εἰ δὲ ἰσάριθμοι τοῖς ἀριθμητοῖς, ἐφ' ὧν λέγεται τὸ ἕν, αἱ μονάδες εἰσίν, ὧν κατὰ μετοχὴν ἕκαστον τῶν κατὰ μέρος λέγεται ἕν, ἄπειροι ἔσονται αἱ μετεχόμεναι μονάδες. καὶ αὗται ἤτοι μετέχουσιν ἐπαναβεβηκυίας μονάδος ἢ μονάδων ἰσαρίθμων αὐταῖς (καὶ διὰ τοῦτό εἰσι μονάδες) ἢ οὐ μετέχουσιν, ἀλλ' οὐ χωρίς τινος μετοχῆς μονάδες εἰσίν.