1.

[3.161] εἰ μὲν γὰρ χωρὶς μετοχῆς μονάδες εἶναι δύνανται αὗται, δυνήσεται καὶ τῶν αἰσθητῶν ἕκαστον χωρὶς μονάδος μετοχῆς ἓν εἶναι, καὶ αὐτόθεν περιτρέπεται ἡ καθ' ἑαυτὴν θεωρεῖσθαι λεγομένη μονάς. εἰ δὲ ἀπὸ μετοχῆς κἀκεῖναι μονάδες εἰσίν, ἤτοι μιᾶς μετέχουσι πᾶσαι ἢ μία ἑκάστη ἰδίας. καὶ εἰ μὲν πᾶσαι μιᾶς, ἤτοι κατὰ μέρος ἑκάστη ἢ ὅλης λεχθήσεται μετέχειν, καὶ μένουσιν αἱ ἀρχῆθεν ἀτοπίαι˙