1.

[3.163] ἄτοπον ἄρα τὸ λέγειν, ὅτι τοσαῦταί εἰσιν αἱ μονάδες ὅσα τὰ μετέχοντα αὐτῶν. εἰ δὲ μήτε μία ἐστὶν ἡ καθ' ἑαυτὴν λεγομένη μονὰς μήτε τοσαῦται ὅσα τὰ μετέχοντα αὐτῆς ἐστιν, οὐδὲ ἔστιν ὅλως μονὰς καθ' ἑαυτήν. ὁμοίως δὲ οὐδὲ τῶν ἄλλων ἀριθμῶν ἕκαστος καθ' ἑαυτὸν ἔσται˙ χρῆσθαι γὰρ ἔνεστιν ἐπὶ πάντων τῶν ἀριθμῶν τῷ λόγῳ παραδειγματικῶς νῦν ἐπὶ τῆς μονάδος ἠρωτημένῳ. ἀλλ' εἰ μήτε καθ' ἑαυτόν ἐστιν ὁ ἀριθμός, ὡς ὑπεμνήσαμεν, μήτε αὐτὰ τὰ ἀριθμητὰ ὁ ἀριθμός ἐστιν, ὡς οἱ ἀπὸ Πυθαγόρου παρέστησαν, παρὰ δὲ ταῦτα οὐδὲν ἔστι, λεκτέον μηδὲ εἶναι ἀριθμόν.