[63] ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, "καὶ εἰ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι." ἐρωτηθεὶς πόθεν εἴη, "κοσμοπολίτης," ἔφη. θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, "περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε;" ἔρανόν ποτ' αἰτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη (Il. R 82a Barnes),

τοὺς ἄλλους ἐράνιζ', ἀπὸ δ' Ἕκτορος ἴσχεο χεῖρας.

Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας˙ αἰτεῖν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, "κἀμέ," ἔφη, "Σάραπιν ποιήσατε." πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, "καὶ γὰρ ὁ ἥλιος," ἔφη, "εἰς τοὺς ἀποπάτους, ἀλλ' οὐ μιαίνεται."

[63] ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, "καὶ εἰ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι." ἐρωτηθεὶς πόθεν εἴη, "κοσμοπολίτης," ἔφη. θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη, "περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε;" ἔρανόν ποτ' ἀπαἰτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη,

τοὺς ἄλλους ἐράνιζ', ἀπὸ δ' Ἕκτορος ἴσχεο χεῖρας.

Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας˙ αἰτεῖν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον Διόνυσον, "κἀμέ," ἔφη, "Σάραπιν ποιήσατε." πρὸς τὸν ὀνειδίζοντα ὅτι εἰς τόπους ἀκαθάρτους εἰσίοι, "καὶ γὰρ ὁ ἥλιος," ἔφη, "εἰς τοὺς ἀποπάτους, ἀλλ' οὐ μιαίνεται."

[63] Ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ [41415] φιλοσοφίας, ἔφη˙ "Καὶ εἰ μηδὲν ἄλλο, τὸ γοῦν πρὸς πᾶσαν τύχην παρεσκευάσθαι." Ἐρωτηθεὶς πόθεν εἴη, "Κοσμοπολίτης," ἔφη. Θυόντων τινῶν τοῖς θεοῖς ἐπὶ τῷ υἱὸν γενέσθαι, ἔφη˙ "Περὶ δὲ τοῦ ποδαπὸς ἐκβῇ οὐ θύετε;" Ἔρανόν [4151] ποτε ἀπαἰτούμενος πρὸς τὸν ἐρανάρχην ἔφη˙

Τοὺς ἄλλους ἐράνιζ', ἀπὸ δ' Ἕκτορος ἴσχεο χεῖρας.

Τὰς ἑταίρας ἔφη βασιλέων εἶναι βασιλίσσας˙ αἰτεῖν γὰρ ὅ τι ἂν δόξῃ αὐταῖς. Ψηφισαμένων Ἀθηναίων Ἀλέξανδρον [4155] Διόνυσον, "Κἀμέ," ἔφη, "Σάραπιν ποιήσατε." Πρὸς τὸν ὀνειδίζοντα ὡς εἰς τόπους ἀκαθάρτους εἰσίοι, "Καὶ γὰρ ὁ ἥλιος," ἔφη, "εἰς τοὺς ἀποπάτους, ἀλλ' οὐ μιαίνεται."