1.

[3.166] ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἄλλων ἀριθμῶν τῶν κατὰ σύνθεσιν ἀποτελεῖσθαι λεγομένων. εἰ οὖν μήτε κατὰ ἀφαίρεσιν μήτε κατὰ πρόσθεσιν μήτε ἄνευ ἀφαιρέσεως καὶ προσθέσεως γίγνονται οἱ σύνθετοι λεγόμενοι εἶναι ἀριθμοὶ ἐκ τῶν ἐπαναβεβηκότων, ἀσύστατός ἐστιν ἡ γένεσις τοῦ κατ' ἰδίαν καὶ παρὰ τὰ ἀριθμητὰ εἶναι λεγομένου ἀριθμοῦ. ὅτι δὲ οὐδὲ ἀγένητοι τυγχάνουσιν ὄντες οἱ κατὰ σύνθεσιν ἀριθμοί, δηλοῦσιν αὐτοὶ συντίθεσθαί τε αὐτοὺς καὶ γίγνεσθαι φάσκοντες ἐκ τῶν ἐπαναβεβηκότων, οἷον τῆς τε μονάδος καὶ δυάδος τῆς ἀορίστου(Cfr. (§ 153).