1.

[3.169] (§§ 169-171 Cfr. adv. dogm. V 22-27)κβ´ περὶ ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων.
Φασὶν οὖν οἱ Στωικοὶ (Stoic. fr. III 75 A.A.) ἀγαθὸν εἶναι ὠφέλειαν ἢ οὐχ ἕτερον ὠφελείας, ὠφέλειαν μὲν λέγοντες τὴν ἀρετὴν καὶ τὴν σπουδαίαν πρᾶξιν, οὐχ ἕτερον δὲ ὠφελείας τὸν σπουδαῖον ἄνθρωπον καὶ τὸν φίλον. ἡ μὲν γὰρ ἀρετή πως ἔχον ἡγεμονικὸν (Cfr. I 128) (Cfr. II 81) καθεστηκυῖα καὶ ἡ σπουδαία πρᾶξις ἐνέργειά τις οὖσα κατ' ἀρετὴν ἄντικρύς ἐστιν ὠφέλεια, ὁ δὲ σπουδαῖος ἄνθρωπος καὶ ὁ φίλος οὐχ ἕτερος ὠφελείας.