1.

[3.170] μέρος μὲν γὰρ τοῦ σπουδαίου ἐστὶν ὠφέλεια, τὸ ἡγεμονικὸν αὐτοῦ ὑπάρχουσα˙ τὰ δὲ ὅλα οὔτε τὰ αὐτὰ τοῖς μέρεσιν εἶναι λέγουσιν (οὐ γάρ ἐστιν ὁ ἄνθρωπος χείρ), οὔτε ἕτερα παρὰ τὰ μέρη (οὐκ ἄνευ γὰρ τῶν μερῶν ὑφέστηκεν). διόπερ οὐχ ἕτερα τῶν μερῶν τὰ ὅλα λέγουσιν. ὅθεν τὸν σπουδαῖον ὅλον ὄντα ὡς πρὸς τὸ ἡγεμονικὸν ἑαυτοῦ, ὅπερ ἔφασαν ὠφέλειαν, οὐχ ἕτερον ὠφελείας εἶναι λέγουσιν.