1.

[3.171] ἐντεῦθεν καὶ τριχῶς τὸ ἀγαθόν φασι λέγεσθαι. καθ' ἕνα μὲν γὰρ τρόπον φασὶν εἶναι ἀγαθὸν τὸ ὑφ' οὗ ἔστιν ὠφελεῖσθαι, ὃ δὴ ἀρχικώτατόν ἐστι καὶ ἀρετή, καθ' ἕτερον δὲ 〈τὸ〉 καθ' ὃ συμβαίνει ὠφελεῖσθαι, ὡς ἡ ἀρετὴ καὶ αἱ κατ' ἀρετὴν πράξεις, κατὰ τρίτον δὲ τρόπον τὸ οἷόν τε ὠφελεῖν, τοῦτο δὲ καὶ ἀρετὴν εἶναι καὶ 〈τὴν〉 κατὰ ἀρετὴν πρᾶξιν καὶ τὸν σπουδαῖον καὶ τὸν φίλον, θεούς τε καὶ σπουδαίους δαίμονας, ὡς τὸ μὲν δεύτερον σημαινόμενον τοῦ ἀγαθοῦ ἐμπεριληπτικὸν εἶναι τοῦ πρώτου σημαινομένου, τὸ δὲ τρίτον τοῦ δευτέρου καὶ τοῦ πρώτου.