1.

[3.174] ὡς γὰρ ὁ ἀνεννόητος ἵππου οὔτε τὸ χρεμετίζειν τί ἐστιν οἶδεν, οὔτε διὰ τούτου δύναται εἰς ἔννοιαν ἐλθεῖν ἵππου, εἰ μὴ πρότερον ἵππῳ χρεμετίζοντι ἐντύχοι, οὕτω 〈καὶ〉 ὁ διὰ τὸ μὴ εἰδέναι τὸ ἀγαθὸν ζητῶν τί ἐστιν ἀγαθόν, οὐ δύναται γινώσκειν τὸ ἰδίως αὐτῷ καὶ μόνῳ ὑπάρχον, ἵνα δι' αὐτοῦ τὸ ἀγαθὸν αὐτὸ νοῆσαι δυνηθῇ. πρότερον γὰρ δεῖ μαθεῖν τὴν αὐτοῦ τοῦ ἀγαθοῦ φύσιν, εἶθ' οὕτω συνεῖναι ὅτι ὠφελεῖ καὶ ὅτι δι' αὑτὸ αἱρετόν ἐστι καὶ ὅτι εὐδαιμονίας ποιητικόν.