1.

[3.175] (§ 175 Cfr. adv. dogm. V 42-44) ὅτι δὲ τὰ προειρημένα συμβεβηκότα οὔκ ἐστιν ἱκανὰ μηνῦσαι τὴν ἐπίνοιαν καὶ τὴν φύσιν τοῦ ἀγαθοῦ, δηλοῦσιν ἔργῳ οἱ δογματικοί. ὡς μὲν γὰρ ὠφελεῖ τὸ ἀγαθὸν καὶ ὅτι αἱρετόν ἐστι, παρὸ καὶ ἀγαθὸν εἴρηται τὸ οἱονεὶ ἀγαστόν (
Plat. Cratyl. 412 C
), καὶ ὅτι εὐδαιμονίας ἐστὶ ποιητικόν, πάντες ἴσως συγχωροῦσιν˙ ἐρωτώμενοι δέ, τί ἐστιν ᾧ ταῦτα συμβέβηκεν, εἰς ἄσπειστον(Cfr. adv. dogm. V 36) ἐμπίπτουσι πόλεμον, οἱ μὲν ἀρετὴν λέγοντες, οἱ δὲ ἡδονήν, οἱ δὲ ἀλυπίαν, οἱ δὲ ἄλλο τι. καίτοι εἰ ἐκ τῶν προειρημένων ὅρων ἐδείκνυτο τί ἐστι τὸ ἀγαθὸν αὐτό, οὐκ ἂν ἐστασίαζον ὡς ἀγνοουμένης τῆς τούτου φύσεως.