1.

[3.176] (§ 176 Cfr. adv. dogm. V 40) Οὕτω μὲν οὖν διαφέρονται περὶ τῆς ἐννοίας τοῦ ἀγαθοῦ οἱ δοκιμώτατοι δοκοῦντες εἶναι τῶν δογματικῶν˙ ὁμοίως δὲ διηνέχθησαν καὶ περὶ τοῦ κακοῦ, λέγοντες (Stoic. fr. III 77 A.)κακὸν εἶναι βλάβην ἢ οὐχ ἕτερον βλάβης, οἱ δὲ τὸ δι' ἑαυτὸ φευκτόν, οἱ δὲ τὸ κακοδαιμονίας ποιητικόν. δι' ὧν οὐχὶ τὴν οὐσίαν τοῦ κακοῦ, ἀλλά τινα τῶν συμβεβηκότων ἴσως αὐτῷ φάσκοντες εἰς τὴν προειρημένην ἐμπίπτουσιν ἀπορίαν.