1.

[3.177] (§ 177 Cfr. adv. dogm. V 59-61)Τὸ δὲ ἀδιάφορόν φασι (Stoic. fr. III 122 A.) λέγεσθαι μὲν τριχῶς, καθ' ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίνεται, οἷόν ἐστι τὸ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τὰς ἐπὶ τῆς κεφαλῆς τρίχας˙ καθ' ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν ἢ ἀφορμὴ γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἷον γίνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἷον ἐπὶ δυεῖν τετραδράχμων ἀπαραλλάκτων, ὅταν δέῃ τὸ ἕτερον αὐτῶν αἱρεῖσθαι˙ ὁρμὴ μὲν γὰρ γίνεται πρὸς τὸ αἱρεῖσθαι τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε˙ κατὰ τρίτον δὲ τρόπον φασὶν ἀδιάφορον εἶναι τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συλλαμβανόμενον , ὡς ὑγίειαν πλοῦτον˙ ᾧ γὰρ ἔστιν ὁτὲ μὲν εὖ, ὁτὲ δὲ κακῶς χρήσασθαι, τοῦτο ἀδιάφορον εἶναί φασιν, περὶ οὗ μάλιστα ἐν τοῖς ἠθικοῖς διαλαμβάνειν λέγουσιν.