1.

[3.178] τίνα μέντοι καὶ περὶ ταύτης τῆς ἐννοίας δεῖ φρονεῖν, δῆλον ἐκ τῶν εἰρημένων ἡμῖν περί τε ἀγαθῶν καὶ κακῶν.
Οὕτω μὲν οὖν σαφές ἐστιν, ὅτι οὐκ ἐπέστησαν ἡμᾶς τῇ ἐννοίᾳ τῶν προειρημένων ἑκάστου˙ οὐδὲν δὲ ἀπεικὸς πεπόνθασιν ἐν ἀνυποστάτοις τάχα πράγμασι σφαλλόμενοι. ὅτι γὰρ οὐδὲν τῇ φύσει ἐστὶν ἀγαθὸν (Cfr. II 18 sqq.)(Cfr. II 134 sqq.)ἢ κακὸν ἢ ἀδιάφορον, ἐντεῦθέν τινες ἐπιλογίζονται.