1.

[3.180] (§§ 180-181 Cfr. adv. dogm. V 44-47) (§ 180-181 Cfr. adv. dogm. V 73) ἵνα γὰρ τοὺς ἰδιώτας παρῶμεν, ὧν οἱ μὲν εὐεξίαν σώματος ἀγαθὸν εἶναι νομίζουσιν, οἱ δὲ τὸ λαγνεύειν, οἱ δὲ τὸ ἀδηφαγεῖν, οἱ δὲ οἰνοφλυγίαν, οἱ δὲ τὸ χρῆσθαι κύβοις, οἱ δὲ πλεονεξίαν, οἱ δὲ καὶ χείρω τινὰ τούτων, αὐτῶν τῶν φιλοσόφων τινὲς μὲν τρία γένη φασὶν εἶναι ἀγαθῶν, ὡς οἱ Περιπατητικοί (
Aristot. Div. 1[5]
)˙ τούτων γὰρ τὰ μὲν εἶναι περὶ ψυχὴν ὡς τὰς ἀρετάς, τὰ δὲ περὶ σῶμα ὡς ὑγίειαν καὶ τὰ ἐοικότα,