1.

[3.182] εἰ τοίνυν τὰ μὲν φύσει κινοῦντα πάντας ὁμοίως κινεῖ, ἐπὶ δὲ τοῖς λεγομένοις ἀγαθοῖς οὐ πάντες ὁμοίως κινούμεθα, οὐδέν ἐστι φύσει ἀγαθόν. καὶ γὰρ οὔτε πάσαις ταῖς προεκκειμέναις στάσεσι πιστεύειν ἐνδέχεται διὰ τὴν μάχην οὔτε τινί. ὁ γὰρ λέγων, ὅτι τῇδε μὲν πιστευτέον τῇ στάσει, τῇδε δὲ οὐδαμῶς, ἐναντιουμένους τοὺς παρὰ τῶν ἀντιδοξούντων λόγους αὐτῷ ἔχων, μέρος γίνεται 〈τῆς〉 διαφωνίας, καὶ τοῦ κρινοῦντος αὐτὸς δεήσεται διὰ τοῦτο μετὰ τῶν ἄλλων, ἀλλ' οὐχ ἑτέρους κρινεῖ. μήτε οὖν κριτηρίου ὄντος ὁμολογουμένου μήτε ἀποδείξεως διὰ τὴν ἀνεπίκριτον καὶ περὶ τούτων διαφωνίαν, εἰς τὴν ἐποχὴν καταντήσει, καὶ διὰ τοῦτο οὐχ ἕξει διαβεβαιοῦσθαι, τί ἐστι τὸ φύσει ἀγαθόν.