1.

[3.184] ἀλλ' οὐδὲ τὸ αἱρετόν ἐστι τὸ ἀγαθόν. τοῦτο γὰρ ἤτοι ἔξωθέν ἐστιν ἡμῶν ἢ περὶ ἡμᾶς. ἀλλ' εἰ μὲν ἔξωθεν ἡμῶν, ἤτοι ποιεῖ περὶ ἡμᾶς ἀστείαν κίνησιν καὶ ἀποδεκτὸν κατάστημα καὶ ἀγαστὸν πάθος, ἢ οὐδαμῶς ἡμᾶς διατίθησιν. καὶ εἰ μὲν οὔκ ἐστιν ἡμῖν ἀγαστόν, οὔτε ἀγαθὸν ἔσται οὔτε ἐπάξεται ἡμᾶς πρὸς τὸ αἱρεῖσθαι αὐτὸ οὔτε ὅλως αἱρετὸν ἔσται. εἰ δὲ γίνεταί τι περὶ ἡμᾶς ἀπὸ τοῦ ἐκτὸς προσηνὲς κατάστημα καὶ ἀσμενιστὸν πάθος, οὐχὶ δι' ἑαυτὸ αἱρετὸν ἔσται τὸ ἐκτός, ἀλλὰ διὰ τὴν περὶ ἡμᾶς (Cfr. § 175)ἐπ' αὐτῷ γινομένην διάθεσιν˙