1.

[3.185] (§§ 185-186 Cfr. adv. dogm. V 87-89) ὥστε οὐ δύναται τὸ δι' αὑτὸ αἱρετὸν ἐκτὸς εἶναι. ἀλλ' οὐδὲ περὶ ἡμᾶς. ἤτοι γὰρ περὶ σῶμα εἶναι λέγεται μόνον ἢ περὶ ψυχὴν μόνην ἢ περὶ ἀμφότερα. ἀλλ' εἰ μὲν περὶ σῶμα μόνον, ἐκφεύξεται τὴν γνῶσιν ἡμῶν˙ ψυχῆς γὰρ αἱ γνώσεις εἶναι λέγονται, τὸ δὲ σῶμα ἄλογον εἶναί φασιν ὅσον ἐφ' ἑαυτῷ. εἰ δὲ καὶ μέχρι τῆς ψυχῆς εἶναί φασιν ὅσον ἐφ' ἑαυτῷ. εἰ δὲ καὶ μέχρι τῆς ψυχῆς διατείνειν λέγοιτο, τῇ τῆς ψυχῆς ἀντιλήψει καὶ τῷ ταύτης ἀγαστῷ πάθει δοκοίη ἂν αἱρετὸν εἶναι˙ τὸ γὰρ κρινόμενον ὡς αἱρετὸν τῇ διανοίᾳ κρίνεται κατὰ αὐτοὺς καὶ οὐκ ἀλόγῳ σώματι.