1.

[3.186] λείπεται λέγειν, ὅτι περὶ ψυχὴν μόνην τὸ ἀγαθόν ἐστιν. καὶ τοῦτο δὲ ἐξ ὧν οἱ δογματικοί λέγουσιν ἀδύνατόν ἐστιν. ἡ γὰρ ψυχὴ τάχα μὲν καὶ ἀνύπαρκτός ἐστιν˙ εἰ δὲ καὶ ὑπάρχει, ὅσον ἐφ' οἷς λέγουσιν οὐ καταλαμβάνεται, καθὼς ἐπελογισάμην ἐν τῷ περὶ κριτηρίου λόγῳ (Cfr. II 31-33). πῶς δ' ἂν θαρροίη τις ἐν ἐκείνῳ τι γίνεσθαι λέγειν, ὃ μὴ καταλαμβάνει;