1.

[3.187] ἵνα δὲ καὶ ταῦτα παραλείπωμεν, πῶς ἄρα καὶ λέγουσιν ἐν τῇ ψυχῇ τὸ ἀγαθὸν γίνεσθαι; εἰ γοῦν ὁ Ἐπίκουρος ἐν ἡδονῇ τίθεται τὸ τέλος καί φησι τὴν ψυχήν, ἐπεὶ καὶ πάντα, ἐξ ἀτόμων συνεστάναι, πῶς ἐν ἀτόμων σωρῷ δυνατὸν ἡδονὴν γίγνεσθαι καὶ συγκατάθεσιν ἢ κρίσιν τοῦ τόδε μὲν αἱρετὸν εἶναι καὶ ἀγαθόν, τόδε δὲ φευκτὸν καὶ κακόν, ἀμήχανον εἰπεῖν.