1.

[3.188] (κδ´ τί ἐστιν ἡ λεγομένη τέχνη περὶ βίον.)
Πάλιν οἱ Στωικοὶ (Stoic. fr. II 96 A.) περὶ ψυχὴν ἀγαθά φασιν εἶναι τέχνας τινάς, τὰς ἀρετάς˙ τέχνην δὲ εἶναί φασι (Stoic. fr. I 73 A.) σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων (Cfr. § 241)(Cfr. § 251), τὰς δὲ καταλήψεις γίγνεσθαι περὶ τὸ ἡγεμονικόν. πῶς οὖν ἐν τῷ ἡγεμονικῷ, πνεύματι (Cfr. I 128)(Cfr. II 70)κατ' αὐτοὺς ὑπάρχοντι, ἐναπόθεσις γίνεται καταλήψεων καὶ ἀθροισμὸς τοσούτων ὡς γενέσθαι τέχνην, οὐχ οἷόν τε ἐννοῆσαι, τῆς ἐπιγινομένης τυπώσεως ἀεὶ τὴν πρὸ αὐτῆς ἀπαλειφούσης, ἐπεὶ χυτόν τέ ἐστι τὸ πνεῦμα καὶ ἐξ ὅλου κινεῖσθαι λέγεται καθ' ἑκάστην τύπωσιν.