1.

[3.191] (§§ 191-192 Cfr. adv. dogm. V 62-66) Ὁμοίως δὲ οὐδ' ἀδιάφορόν ἐστί τι φύσει διὰ τὴν περὶ τῶν ἀδιαφόρων διαφωνίαν. οἷον γοῦν οἱ μὲν Στωικοὶ (Stoic. fr. III 122 A.) τῶν ἀδιαφόρων φασὶ τὰ μὲν προηγμένα εἶναι, τὰ δὲ ἀποπροηγμένα, τὰ δὲ οὔτε προηγμένα οὔτε ἀποπροηγμένα, προηγμένα μὲν τὰ ἱκανὴν ἀξίαν ἔχοντα ὡς ὑγίειαν πλοῦτον, ἀποπροηγμένα δὲ τὰ μὴ ἱκανὴν ἔχοντα ἀξίαν ὡς πενίαν νόσον, μήτε δὲ προηγμένα μήτε ἀποπροηγμένα ὡς τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον.