1.

[3.195] καὶ πρὸς τούτους δὲ ἔστι λέγειν, ὅτι τὸ ποιητικὸν κακοῦ οὐκ ἂν εἴη φύσει ἀγαθόν˙ ἡ δέ γε ἡδονὴ κακῶν ἐστι ποιητική˙ πάσῃ γὰρ ἡδονῇ παραπέπηγεν ἀλγηδών, ἥ ἐστι κατ' αὐτοὺς (Epicurea p. 276, 23 Us.)φύσει κακόν. οἷον γοῦν ἥδεται ὁ μέθυσος ἐμφορούμενος οἴνου καὶ ὁ γαστρίμαργος τροφῆς, καὶ ὁ λάγνος ἀφροδισίοις ἀμέτρως χρώμενος˙ ἀλλὰ ταῦτα καὶ πενίας καὶ νόσων ἐστὶ ποιητικά, ἅπερ ἀλγεινά ἐστι καὶ κακά, ὡς φασίν.