1.

[3.203] τό τε ἐλλόβια ἔχειν τοὺς ἄρρενας παρ' ἡμῖν μὲν αἰσχρόν ἐστι, παρ' ἐνίοις δὲ τῶν βαρβάρων, ὥσπερ καὶ Σύροις, εὐγενείας ἐστὶ σύνθημα. τινὲς δὲ ἐπιτείνοντες τὸ σύνθημα τῆς εὐγενείας, καὶ τὰς ῥῖνας τῶν παίδων τιτρώσκοντες κρίκους ἀπ' αὐτῶν ἀργυρέους ἢ χρυσοῦς ἀπαρτῶσιν, ὃ παρ' ἡμῖν οὐκ ἂν ποιήσειέ τις,