1.

[3.204] ὥσπερ οὐδὲ ἀνθοβαφῆ καὶ ποδήρη τις ἄρρην ἐνταῦθα 〈ἂν〉 ἀμφιέσαιτο ἐσθῆτα, καίτοι παρὰ Πέρσαις εὐπρεπεστάτου τοῦ παρ' ἡμῖν αἰσχροῦ τούτου δοκοῦντος εἶναι. καὶ παρὰ Διονυσίῳ (Cfr. DL II 78) δὲ τῷ τῆς Σικελίας τυράννῳ τοιαύτης ἐσθῆτος Πλάτωνι καὶ Ἀριστίππῳ τοῖς φιλοσόφοις προσενεχθείσης ὁ μὲν Πλάτων ἀπεπέμψατο, εἰπὼν (
Eurip. Bacch. 836
)
‘οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν
ἄρρην πεφυκώς,’
ὁ δὲ Ἀρίστιππος προσήκατο, φήσας (
Eurip. Bacch. 317
)
‘καὶ γὰρ ἐν βακχεύμασιν
οὖσ' ἥ γε σώφρων οὐ διαφθαρήσεται.’
οὕτω καὶ τῶν σοφῶν ᾧ μὲν οὐκ αἰσχρόν, ᾧ δὲ αἰσχρὸν ἐδόκει τοῦτο εἶναι.