1.

[3.205] ἄθεσμον τέ ἐστι παρ' ἡμῖν μητέρα ἢ ἀδελφὴν ἰδίαν γαμεῖν˙ Πέρσαι δέ, καὶ μάλιστα αὐτῶν οἱ σοφίαν ἀσκεῖν δοκοῦντες, οἱ Μάγοι, γαμοῦσι τὰς μητέρας, καὶ Αἰγύπτιοι τὰς ἀδελφὰς ἄγονται πρὸς γάμον, καὶ ὡς ὁ ποιητής φησιν, (
Σ 356
)
‘Ζεὺς Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε. ’
ἀλλὰ καὶ ὁ Κιτιεὺς Ζήνων (Stoic. fr. I 256 A.)φησὶ μὴ ἄτοπον εἶναι τὸ μόριον τῆς μητρὸς τῷ ἑαυτοῦ μορίῳ τρῖψαι, καθάπερ οὐδὲ ἄλλο τι μέρος τοῦ σώματος αὐτῆς τῇ χειρὶ τρῖψαι φαῦλον ἂν εἴποι τις εἶναι. καὶ
ὁ Χρύσιπποςδὲ ἐν τῇ πολιτείᾳ
( fr. Stoic. III, 745 A.) δογματίζει τόν τε πατέρα ἐκ τῆς θυγατρὸς παιδοποιεῖσθαι καὶ τὴν μητέρα ἐκ τοῦ παιδὸς καὶ τὸν ἀδελφὸν ἐκ τῆς ἀδελφῆς.