1.

[3.207] καὶ ἄλλους δὲ ὡς ἀγαθῷ τινι τούτῳ χρῆσθαι τῷ κακῷ πυνθανόμεθα. ἀλλὰ καὶ τὸ ἀνθρωπείων γεύεσθαι σαρκῶν παρ' ἡμῖν μὲν ἄθεσμον, παρ' ὅλοις δὲ βαρβάροις ἔθνεσιν ἀδιάφορόν ἐστιν. καὶ τί δεῖ τοὺς βαρβάρους λέγειν, ὅπου καὶ ὁ Τυδεὺς τὸν ἐγκέφαλον τοῦ πολεμίου λέγεται φαγεῖν, καὶ οἱ ἀπὸ τῆς Στοᾶς(Stoic. fr. I 254 III,748 A.) οὐκ ἄτοπον εἶναί φασι τὸ σάρκας τινὰ ἐσθίειν ἄλλων τε ἀνθρώπων καὶ ἑαυτοῦ;