1.

[3.208] τό τε ἀνθρωπείῳ μιαίνειν αἵματι βωμὸν θεοῦ παρ' ἡμῖν μὲν τοῖς πολλοῖς ἄθεσμον, Λάκωνες δὲ ἐπὶ τοῦ βωμοῦ τῆς Ὀρθωσίας Ἀρτέμιδος μαστίζονται πικρῶς ὑπὲρ τοῦ πολλὴν αἵματος ἐπὶ τοῦ βωμοῦ τῆς θεοῦ γενέσθαι ῥύσιν. ἀλλὰ καὶ τῷ Κρόνῳ θύουσιν ἄνθρωπόν τινες, καθάπερ καὶ Σκύθαι τῇ Ἀρτέμιδι τοὺς ξένους˙ ἡμεῖς δὲ χραίνεσθαι τὰ ἱερὰ δοκοῦμεν ἀνθρώπου φόνῳ.