1.

[3.210] τοὺς πατέρας τε ὑπὸ τῶν παίδων ἐπιμελείας ἀξιοῦσθαι κελεύει παρ' ἡμῖν νόμος˙ οἱ Σκύθαι δὲ ὑπὲρ τὰ ἑξήκοντα ἔτη γενομένους αὐτοὺς ἀποσφάττουσιν. καὶ τί θαυμαστόν, εἴγε ὁ μὲν Κρόνος τῇ ἅρπῃ τὰ αἰδοῖα ἐξέτεμε τοῦ πατρός, ὁ δὲ Ζεὺς τὸν Κρόνον κατεταρτάρωσεν, ἡ δὲ Ἀθηνᾶ μετὰ Ἥρας καὶ Ποσειδῶνος τὸν πατέρα δεσμεύειν ἐπεχείρησεν;