1.

[3.211] ἀλλὰ καὶ τοὺς ἑαυτοῦ παῖδας ὁ Κρόνος ἀναιρεῖν ἔκρινεν, καὶ ὁ Σόλων Ἀθηναίοις τὸν περὶ τῶν ἀκρίτων νόμον ἔθετο, καθ' ὃν φονεύειν ἑκάστῳ τὸν ἑαυτοῦ παῖδα ἐπέτρεψεν˙ παρ' ἡμῖν δὲ τὸ τοὺς παῖδας φονεύειν ἀπαγορεύουσιν οἱ νόμοι. οἵ τε Ῥωμαίων νομοθέται τοὺς παῖδας ὑποχειρίους καὶ δούλους τῶν πατέρων κελεύουσιν εἶναι, καὶ τῆς οὐσίας τῶν παίδων μὴ κυριεύειν τοὺς παῖδας ἀλλὰ τοὺς πατέρας, ἕως ἂν ἐλευθερίας οἱ παῖδες τύχωσι κατὰ τοὺς ἀργυρωνήτους˙ παρ' ἑτέροις δὲ ὡς τυραννικὸν τοῦτο ἐκβέβληται.