1.

[3.212] νόμος τέ ἐστι τοὺς ἀνδροφόνους κολάζεσθαι˙ οἱ μονομάχαι δὲ φονεύοντες πολλάκις καὶ τιμῆς τυγχάνουσιν. ἀλλὰ καὶ τὸ τύπτειν ἐλευθέρους οἱ νόμοι κωλύουσιν˙ οἱ ἀθληταὶ δὲ τύπτοντες ἐλευθέρους ἄνδρας, πολλάκις 〈δὲ〉 καὶ ἀναιροῦντες, τιμῶν καὶ στεφάνων ἀξιοῦνται.