[32] οὔτε γὰρ ἡ ὁμογένεια αἴσθησις τὴν ὁμογενῆ διὰ τὴν ἰσοσθένειαν, οὔθ' ἀνομογένεια τὴν ἀνομογένειαν, οὐ γὰρ τῶν αὐτῶν εἰσι κριτικαί˙ οὔτε μὴν λόγος, πᾶς γὰρ λόγος ἀπὸ τῶν αἰσθήσεων ἤρτηται. οὔθ' ἡ ἑτέρα τὴν ἑτέραν, πάσαις γὰρ προσέχομεν. καὶ τὸ τὰ ἐπαισθήματα δ' ὑφεστάναι πιστοῦται τὴν τῶν αἰσθήσεων ἀλήθειαν. ὑφέστηκε δὲ τό τε ὁρᾶν ἡμᾶς καὶ ἀκούειν ὥσπερ τὸ ἀλγεῖν˙ ὅθεν καὶ περὶ τῶν ἀδήλων ἀπὸ τῶν φαινομένων χρὴ σημειοῦσθαι. καὶ γὰρ καὶ ἐπίνοιαι πᾶσαι ἀπὸ τῶν αἰσθήσεων γεγόνασι κατά τε περίπτωσιν καὶ ἀναλογίαν καὶ ὁμοιότητα καὶ σύνθεσιν, συμβαλλομένου τι καὶ τοῦ λογισμοῦ. τά τε τῶν μαινομένων φαντάσματα καὶ 〈τὰ〉 κατ' ὄναρ ἀληθῆ, κινεῖ γάρ˙ τὸ δὲ μὴ ὂν οὐ κινεῖ." [32] οὔτε γὰρ ἡ ὁμογένεια αἴσθησις τὴν ὁμογενῆ διὰ τὴν ἰσοσθένειαν, οὔθ' ἀνομογένεια τὴν ἀνομογένειαν, οὐ γὰρ τῶν αὐτῶν εἰσι κριτικαί˙ οὔτε μὴν λόγος, πᾶς γὰρ λόγος ἀπὸ τῶν αἰσθήσεων ἤρτηται. οὔθ' ἡ ἑτέρα τὴν ἑτέραν, πάσαις γὰρ προσέχομεν. καὶ τὸ τὰ ἐπαισθήματα δ' ὑφεστάναι πιστοῦται τὴν τῶν αἰσθήσεων ἀλήθειαν. ὑφέστηκε δὲ τό τε ὁρᾶν ἡμᾶς καὶ ἀκούειν ὥσπερ τὸ ἀλγεῖν˙ ὅθεν καὶ περὶ τῶν ἀδήλων ἀπὸ τῶν φαινομένων χρὴ σημειοῦσθαι. καὶ γὰρ καὶ ἐπίνοιαι πᾶσαι ἀπὸ τῶν αἰσθήσεων γεγόνασι κατά τε περίπτωσιν καὶ ἀναλογίαν καὶ ὁμοιότητα καὶ σύνθεσιν, συμβαλλομένου τι καὶ τοῦ λογισμοῦ. τά τε τῶν μαινομένων φαντάσματα καὶ 〈τὰ〉 κατ' ὄναρ ἀληθῆ, κινεῖ γάρ˙ τὸ δὲ μὴ ὂν οὐ κινεῖ." [32] οὔτε γὰρ ἡ [73110] ὁμογενὴς αἴσθησις τὴν ὁμογενῆ διὰ τὴν ἰσοσθένειαν˙ οὔθ' ἡ ἀνομογενὴς τὴν ἀνομογενῆ˙ οὐ γὰρ τῶν αὐτῶν εἰσι κριτικαί˙ οὔτε μὴν λόγος˙ πᾶς γὰρ λόγος ἀπὸ τῶν αἰσθήσεων ἤρτηται˙ οὔθ' ἡ ἑτέρα τὴν ἑτέραν˙ πάσαις γὰρ προσέχομεν. Καὶ τὸ τὰ ἐπαισθήματα δ' ὑφεστάναι πιστοῦται [73115] τὴν τῶν αἰσθήσεων ἀλήθειαν. Ὑφέστηκε δὲ τό τε ὁρᾶν ἡμᾶς καὶ ἀκούειν ὥσπερ τὸ ἀλγεῖν. Ὅθεν καὶ περὶ [7321] τῶν ἀδήλων ἀπὸ τῶν φαινομένων χρὴ σημειοῦσθαι. Καὶ γὰρ καὶ ἐπίνοιαι πᾶσαι ἀπὸ τῶν αἰσθήσεων γεγόνασι κατά τε περίπτωσιν καὶ ἀναλογίαν καὶ ὁμοιότητα καὶ σύνθεσιν, συμβαλλομένου τι καὶ τοῦ λογισμοῦ. Τά τε τῶν [7325] μαινομένων φαντάσματα καὶ 〈τὰ〉 κατ' ὄναρ ἀληθῆ˙ κινεῖ γάρ˙ τὸ δὲ μὴ ὂν οὐ κινεῖ."