1.

[3.215] ἀλλὰ καὶ 〈τὸ〉 κλέπτειν παρ' ἡμῖν μὲν ἄδικον καὶ παράνομόν ἐστιν˙ οἱ δὲ καὶ κλεπτίστατον εἶναι θεὸν λέγοντες τὸν Ἑρμῆν οὐκ ἄδικον τοῦτο νομίζεσθαι ποιοῦσιν (πῶς γὰρ ἂν θεὸς εἴη κακός;). φασὶ δέ τινες, ὅτι καὶ οἱ Λάκωνες τοὺς κλέψαντας ἐκόλαζον οὐ διὰ τὸ κεκλοφέναι, ἀλλὰ διὰ τὸ πεφωρᾶσθαι.