1.

[3.216] ἀλλὰ καὶ ὁ δειλὸς καὶ ὁ ῥίψασπις ἀνὴρ κολάζεται παρὰ πολλοῖς νόμῳ διὸ καὶ ἡ τὴν ἀσπίδα τῷ παιδὶ ἐπὶ πόλεμον ἐξιόντι διδοῦσα Λάκαινα ῾σὺ᾽ ἔφη, ῾τέκνον, ἢ ταύταν ἢ ἐπὶ ταύταν᾽. Ἀρχίλοχος δέ, ὥσπερ σεμνυνόμενος ἡμῖν ἐπὶ τῷ τὴν ἀσπίδα ῥίψας φυγεῖν, ἐν τοῖς ποιήμασι περὶ ἑαυτοῦ φησὶν ( fr. 6 Diehl[Unknown rendering: dep]3[End rendering])
‘ἀσπίδι μὲν Σαΐων τις ἀγάλλεται, ἣν παρὰ θάμνῳ
ἔντος ἀμώμητον κάλλιπον οὐκ ἐθέλων,
αὐτὸς δ' ἐξέφυγον θανάτου τέλος. ’