1.

[3.219] καὶ οἱ μὲν προνοεῖν τῶν καθ' ἡμᾶς, οἱ δὲ μὴ προνοεῖν˙ τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ὁ Ἐπίκουρός (p. 71, 3 Us.) φησι μήτε αὐτὸ πράγματα ἔχειν μήτε ἑτέροις παρέχειν. ὅθεν καὶ τῶν κατὰ τὸν βίον οἱ μὲν ἕνα φασὶν εἶναι θεόν, οἱ δὲ πολλοὺς καὶ διαφόρους ταῖς μορφαῖς, ὡς καὶ εἰς τὰς τῶν Αἰγυπτίων ὑπολήψεις ἐμπίπτειν, κυνοπροσώπους καὶ ἱερακομόρφους καὶ βόας καὶ κροκοδείλους καὶ τί γὰρ οὐχὶ νομιζόντων τοὺς θεούς.