1.

[3.220] ὅθεν καὶ τὰ περὶ θυσιῶν καὶ τῆς περὶ τοὺς θεοὺς θρῃσκείας ὅλως πολλὴν ἀνωμαλίαν ἔχει˙ ἃ γὰρ ἔν τισιν ἱεροῖς 〈νομίζεται〉 ὅσια, ταῦτα ἐν ἑτέροις ἀνόσια. καίτοι εἰ φύσει τὸ ὅσιον καὶ τὸ ἀνόσιον ἦν, οὐκ ἂν τοῦτο ἐνομίσθη. οἷον γοῦν Σαράπιδι χοῖρον οὐκ ἂν θύσειέ τις, Ἡρακλεῖ δὲ καὶ Ἀσκληπιῷ θύουσιν. πρόβατον Ἴσιδι θύειν ἄθεσμον, τῇ μητρὶ μέντοι λεγομένῃ τῶν θεῶν καὶ θεοῖς ἄλλοις καλλιερεῖται.