1.

[3.221] 〈Τινὲς δέ〉 τῷ Κρόνῳ θύουσιν ἄνθρωπον, ὃ τοῖς πλείστοις ἀσεβὲς εἶναι νομίζεται. αἴλουρον ἐν Ἀλεξανδρείᾳ τῷ Ὥρῳ θύουσι, καὶ Θέτιδι σίλφην˙ ὃ παρ' ἡμῖν οὐκ ἂν ποιήσειέ τις. ἵππον τῷ Ποσειδῶνι καλλιεροῦσιν˙ Ἀπόλλωνι δέ, ἐξαιρέτως τῷ Διδυμαίῳ, τὸ ζῷον ἀπεχθές.